Ancient Greek · ~2 min
Excerpt 26
Corpus Hermeticum, Stobaei Hermetica 26.2
Not analysed yet
αἱ μὲν οὖν εἰς τὸ ἄρχειν καταπεμπόμεναι, ὦ τέκνον Ὧρε, ἐκ τῶν ὑπεράνω ζωνῶν καταπέμπονται· αἳ καὶ λυθεῖσαι εἰς τὰς αὐτὰς ἢ καὶ ἔτι ὑπεράνω ἀνέρχονται, πλὴν εἰ μή τινές [ε]τι εἶεν ⟨παρὰ⟩ τὴν ἀξίαν τῆς ἑαυτῶν φύσεως καὶ τὴν τοῦ θείου νόμου παραγγελίαν πεπραχυῖαι· ⟨ταύτ⟩ας Γὰρ ἡ ἄνω πρόνοια πρὸς μέτρον τῶν ἁμαρτημάτων εἰς τὰς ὑποκάτω χώρας ἐξορίζει, ὥσπερ καὶ τὰς ὑποδεεστέρας δυνάμει τε καὶ ἀξίᾳ ⟨. . . ⟩ἐκ [γὰρ] κατωτέρων ἐπὶ [μείζονας καὶ] ὑψηλοτέρας ἀνάγει.