Ancient Greek
Excerpt 26
Corpus Hermeticum, Stobaei Hermetica 26.11
Not analysed yet
[[διαζώματος τετευχότες πυρὸς ἐργάται γίγνονται καὶ τροφῆς]] [οἱ δὲ ἀπὸ ὑγροῦ ἐν ὑγροῖς διαζώμασιν] οἱ δὲ ἀπὸ ἐπιστημονικοῦ καὶ τεχνικοῦ περὶ ἐπιστήμας καταγίγνονται καὶ τέχνας, ⟨οἱ δὲ ἀπὸ ἐνεργοῦς⟩ ⟨⟨διαζώματος ⟨κα⟩τελΗλΥΘότες [πυρὸς] ἐργάται γίγνονται καὶ τροφεῖς,⟩⟩ οἱ δὲ ἀπὸ ἀργοῦ ἀργῶς καὶ ἐπιρρεμβῶς διαζῶσι. πάντων γὰρ τῶν ἐπὶ γῆς, ὦ τέκνον, [διὰ λόγου καὶ ἔργου πραΤΤΟΜέΝων] ἄνω εἰσὶν αἱ πηγαί, μέτρῳ καὶ σταθμῷ ἐπιχύνουσαι ἡμῖν τὰς ’οὐσίας καὶ οὐκ ἔστιν ὃ μὴ ἄνωθεν καταβέβηκε.