Ancient Greek
Excerpt 26
Corpus Hermeticum, Stobaei Hermetica 26.12
Not analysed yet
καὶ πάλιν ἀνέρχεται ⟨πάντα ἐκεῖσε ὅθεν⟩ [ἵνα] κατέβη. —Πῶς [πάλιν] λέγεις τοῦτο, ὦ τεκοῦσα; παράδειξον. —Καὶ ἀπεκρίθη Ἶσις [πάλιν]· Τῆς παλινδρομίας ἐναργὲς τοῦτο σημεῖον τοῖς ζῴοις ἐνέθηκεν ἡ ἱερωτάτη φύσις· τοῦτο γὰρ ὅ σπῶμεν ἄνωθεν ἐξ ἀέρος πνεῦμα, τοῦτο πάλιν ἄνω πέμπομεν, ⟨ὅθ⟩εν ἐλάβομεν. καὶ εἰσίν, ὦ τέκνον, τούτου τοῦ ἐνεργήματος τεχνίτιδες ἐν ἡμῖν φῦσαι· αἳ ἐπειδὰν μΎσωσι τὰ δεκτικὰ [ἑαυτῶν] τοῦ πνεύματος στόματα, τότε ⟨αὐτοὶ⟩ ἡμεῖς οὐκέτι ὧδέ ἐσμεν, ἀλλ᾽ ἀναβεβήκαμεν.