Ancient Greek
26.18 to 26.23
Corpus Hermeticum, Stobaei Hermetica 26.18-23
Not analysed yet
εἰ δὲ σύμμετρος γένοιτο ἡ. πάντων ⟨σύ⟩στασις, τότε τὸ ζῷον θερμὸν ⟨μὲν⟩ εἰς πρᾶξιν, κοῦφον δὲ εἰς κίνησιν, ⎡εὔκρατον⎤ δὲ εἰς ⎡ἁφήν⎤, ⎡γενναῖον⎤ δὲ εἰϲ τῆξιν κατασκευάζεται. ⟨⟨[αὐ]τὸ μὲν γὰρ [τὸ] γεῶδές ἐστιν ἡ τοῦ σώματος πῆξις, τὸ δὲ ὑγρὸν ἡ ἐν τούτῳ ἐστὶν εἰς ⎡συμπαγίαν⎤ περίχυσις, τὸ [γὰρ] ⟨δὲ⟩ ἀερῶδές ἐστι τὸ ἐν ἡμῖν κινητικόν, καὶ τούτων πάντων διεγερτικὸν τὸ πῦρ. ⟩⟩ὅσα οὖν [τῷδε τῷ λόγῳ] κεκοινώνηκε πλείονος μὲν πυρὸς καὶ πνεύματος, ⟨ὀλίγου δὲ ὕδατος καὶ γῆς,⟩ ταῦτα ἀπωρνέωται, καὶ ἄνω παρ᾽ ἐκείνοις πολιτεύεται τοῖς στοιχείοις ἐξ ὧν καὶ ἐγένετο. ὅσα δὲ πλείονος μὲν πυρός, ὀλίγου δὲ πνεύματος, ὕδατος δὲ ⟨μετρίου⟩ καὶ γῆς ἴσης, ταῦτα ἀπηνθρώπισται· καὶ τῴ ζῴῳ τὸ περισσὸν τοῦ θερμοῦ εἰς σύνεσιν ἐτράπη. ὁ γὰρ ἐν ἡμῖν νοῦς θερμόν τι χρῆμά ἐστιν, ὃ καίειν μὲν οὐκ οἶδε, διαδύνει δὲ [κατὰ] ⟨διὰ⟩ πάντων [καὶ ἐπίσταται]. ὅσα δὲ πλείονος μὲν ὕδατος, πλείονος δὲ γῆς, [μετρίου δὲ] ⟨⟨ὀλίγου δὲ⟩⟩ πνεύματος καὶ [[ὀλίγου δὲ]] πυρός, ταῦτα ⟨ἀπο⟩τεθηρίωται· τῇ δὲ τοῦ θερμοῦ παρ[ι]ουσίᾳ ἀλκιμώτερα γέγονε τῶν ἄλλων. ὅσα δὲ γῆς ⟨μὲν⟩ καὶ ὕδατος [ἴσων] ⟨πλείονος⟩ κεκοινώνηκε, ⟨πνεύματος δὲ μετρίου, πυρὸς δὲ οὐδενός,⟩ ταῦτα φuρηπ⟨έτ⟩ωται· καὶ τῇ ⟨μὲν⟩ τοῦ πυρὸς στερήσει ἄτολμα γέγονε καὶ ἀπαρρησίαστα, τῇ δὲ τοῦ ὕδατος [[κοινωνίᾳ]] ⟨περιουσίᾳ⟩ [ψ] ὑΓρὰ ἐγένετο, τῇ δὲ τῆς γῆς βαρέα καὶ νωθρά, τῇ δὲ τοῦ πνεύματος ⟨⟨κοινωνίᾳ⟩⟩ ⎡εὐκίνητα εἰ προαιρέσει τὸ κινεῖσθαι⎤. ὅσα δὲ πλείονος μὲν ὑγροῦ, ὀλίγου δὲ ξηροῦ, ⟨πυρὸς δὲ καὶ πνεύματος οὐδενός,⟩ ταῦτα ἀπιχθύωται· καὶ τῇ μὲν τοῦ θερμοῦ καὶ ἀέρος στερήσει δειλά ἐστι καὶ ⟨κατ⟩αδυτ⟨ικ⟩ά, τῆ δὲ τοῦ ὑγροῦ περιουσίᾳ καὶ τῇ τοῦ γεώδους παρ[ι]ουσίᾳ ἐν ⎡λελυμένῃ γῇ καὶ⎤ ὕδατι διὰ τὸ συγγενὲς κατοικεῖ.