Ancient Greek
Excerpt 26
Corpus Hermeticum, Stobaei Hermetica 26.17
Not analysed yet
εἰ δὲ τὸ γεῶδες πλεονάσειε, τὸ τηνικαῦτα ἀμβλεῖα [μὲν] τοῦ ζῴου ἡ ψυχὴ γίνεται, οὐκ ἔχουσα τὴν [σωματικὴν] ⟨ἰδίαν⟩ ἀραιότητα εὔλυτον, [οὐδὲ ⎡τοῦ δι᾽ οὗ⎤ ⟨ἐκ⟩πηδῆσαι ⟨δύνα⟩ται, πεπαχυ⟨σ⟩μένων τῶν αἰσθητικῶν μερῶν, ἀλλ᾽ ἔνδον μένει παρ᾽ ἑαυτῇ,] ⟨ἀλλὰ⟩ ὑπὸ [βάρους καὶ] ⟨τῆς⟩ πυκνότητος ⟨τοῦ. . . ⟩πεδηθεῖσα· τὸ δὲ σῶμα στερεὸν μέν, ἀλλὰ ἀργὸν καὶ βαρύ, καὶ μετὰ βίας ὑπὸ τῆς προαιρέσεαως μετακινούμενον.