Ancient Greek
Excerpt 26
Corpus Hermeticum, Stobaei Hermetica 26.4
Not analysed yet
⎡τῷ οὖν λόγῳ τούτῳ, ὦ παῖ, καὶ τῇ ἄνω τῶν πραγμάτων ἐξαλλαγῇ καὶ⎤ ἐπὶ γῆς ἐστιΝ ἡ φύσις, [[πλάστρια]] ⟨⟨σκηνοποιὸς⟩⟩ [γὰρ] οὖσα, καὶ [[σκηνοποιὸς]] ⟨⟨πλάστρια⟩⟩ ⟨τῶν⟩ ἀγγείων εἰς ⟨ἃ ἐμ⟩βάλλονται αἱ ψυχαί. παρεστᾶσι δὲ δύο ἐνέργειαι καὶ αὐτῇ, μνήμη καὶ ἐμπειρία. καὶ ἡ μὲν ΜνΉμη ἔργον ἔχει τοῦτο, ὅπως ἡ φύσις [τηρῇ καὶ] περικρατῇ τοῦ [τε ἑκάστου] τύπου ⟨τοῦ⟩ ἐξ ἀρχῆς καταβεβλημένου, καὶ τοῦ παρα⟨δείγ⟩ματος τοῦ ἄνω ⟨εἰκὼν⟩ γίγνΗται ⟨. . . ⟩· ἡ δὲ ἐμπειρία, ὅπως πρὸς ἀνάλογον ἑκάστης τῶν καταβαινουσῶν ψυχῶν εἰς τὸ ⟨ἐν⟩σωμα[κ]τισθῆναι καὶ τὸ πλάσμα [ἐνεργῆ καὶ] γένηται, καὶ ταῖς μὲν ὀξέσι τῶν ψυχῶν ὀξέα γένηται καὶ τὰ σώματα, ταῖς δὲ βραδέσι βραδέα, ταῖς δὲ ἐνεργέσιν ἐνεργῆ, καὶ ταῖς νωθραῖς νωθρά, καὶ ταῖς δυναταῖς δυνατά, καὶ ταῖς δολίαις δόλια, καὶ ἁπαξαπλῶς ἑκάσταις κατὰ τὸ εἰκός.