Ancient Greek · ~3 min
Excerpt 26
Corpus Hermeticum, Stobaei Hermetica 26.5
Not analysed yet
⟨. . . ⟩οὐ γὰρ ἀσκόπως πτηνὰ μὲν ἐπτίλωσε⟨ν ἡ φύσις⟩, [[λογικὰ δὲ περισσαῖς καὶ ἀκριβεστέραις αἰσθήσεσιν ἐκόσμησε,]] τετραπόδων Δὲ τὰ μὲν κέρασι, τὰ δὲ ὀδοῦσι, τὰ δὲ ὄνυξι καὶ ὁπλα⟨ί⟩ς ἐκαρτέρωσε. τὰ δὲ ἑρπετὰ ⎡εὐχαίτοις⎤ σώμασι καὶ [εὐ]ὑποχωρητ⟨ικ⟩οῖς ἐμαλάκυνε, καὶ ὅπως μὴ τ῀ιΗ τοῦ σώματος ὑγρότητ⟨ι⟩ τέλεον ἀσθενῆ ⎡διαμένῃ⎤, ὦν μὲν τὰ στόματα [καὶ τοῖς] ὀδοῦσιν ἐχαράκωσεν, ὧν δὲ τοὺς ὄγκους α᾽ΥξΉϲασ⟨α⟩ δύναμιν περιέθηκεν. [οὕτως τὰ μὲν τῇ τοῦ θανάτου εὐλαβείᾳ ⟨. . . ⟩ἰσχυρότερα τῶν ἄλλων.] τὰ δὲ νηκτά, δειλὰ ὄντα, ἐνοικεῖν ἔδωκε στοιχείῳ ἐν ᾧ τὸ [φῶς] ⟨πῦρ⟩ οὐδετέραν ὧν ἔχει δυνάμεων ἐνεργεῖν ἰσχύει· ⟨ἐν⟩ γὰρ ὕδατι τὸ πῦρ οὔτε φαίνει οὔτε καίει· ἕκαστον δὲ αὐτῶν [ἢ φολίσιν ἢ ἀκάνθαις] ἐν ὕδατι νηχόμενον φεύγει ὅπῃ ἂν θέλῃ, τὴν ἰδίαν περιβεβλημένον δειλίαν, καὶ σκεπαστήριον ἔχον εἰς τὸ μὴ ὁρᾶσθαι τὸ ὕδωρ. ⟨⟨λογικὰ δὲ περισσαῖς καὶ ἀκριβεστέραις αἰσθήσεσιν ἐκόσμησε,⟩⟩ ⟨. . . ⟩.