Ancient Greek · ~3 min
Excerpt 26
Corpus Hermeticum, Stobaei Hermetica 26.9
Not analysed yet
πολλαὶ γάρ εἰσι βασιλεῖαι· αἱ μὲν γάρ εἰσ⟨ι⟩ ⎡ψυχῶν αἱ δὲ σωμάτων,⎤ αἱ δὲ τέχνης ⟨κ⟩αὶ [δὲ] ἐπιστήμης, αἱ δὲ αὖ τῶν ⟨⟨καὶ [ἑαυ]τῶν⟩⟩. —Πῶς πάλιν; εἶπὲν Ὧρος [[καὶ ἑαυτῶν]]. —Οἶον, ὦ τέκνον ῟Ωρ⟨ε⟩, ἀπογεγονότων [ἤδη ψυχῶν] μὲν ⟨βασιλεὺς⟩ Ὄ σιρις ὁ πατήρ σου, [σωμάτων] ⟨ζώντων⟩ δὲ ὁ ἑκάστου ἔθνους ἡγεμών· [βουλῆς δὲ ὁ πατὴρ πάντων·] καὶ καθηγητ⟨ικ⟩ῆς ὁ τρισμέγιστος Ἑρμῆς, ἰατρικῆς δὲ [ὁ] Ἀσκληπιὸς ὁ Hφαίστοιυἰσχύο. [ἰσχύος δὲ καὶ ῥώμης πάλιν Ὄσιρις, μεθ᾽ ὅν, ὦ τέκνον, αὐτὸς σύ· φιλοσοφίας δὲ Ἁρνεβεσχῆνις· ποιητικῆς δὲ πάλιν [ὁ] Ἀσκληπιὸς ⟨ὁ καὶ⟩ Ἰμούθης.] καθόλου γάρ, ὦ τέκνον, εὑρήσεις, ἐὰν ἐξετάϲῃς, πολλοὺς [καὶ] πολλῶν ἄρχοντας καὶ πολλοὺς πολλῶν βασιλεύοντας.