Ancient Greek
Excerpt 26
Corpus Hermeticum, Stobaei Hermetica 26.8
Not analysed yet
συμβαίνει δέ, ὦ τέκνον, ἐν ἑκάστῳ εἴδει ⟨ἀνθρώπων⟩ εὑρίσκεσθαι [καὶ γένει τῶν προκειμένων] βασιλικάς τινας ψυχάς. [[καταβαίνειν δὲ καὶ ἄλλας ἀλλοίους, τὰς μὲν διαπύρου τὰς δὲ ψυχρὰς τὰς δὲ ὑπερηφάνους τὰς δὲ πραείας τὰς δὲ βαναύσους τὰς δὲ ἐμπείρους τὰς δὲ ἀπείρους τὰς δὲ ἀργὰς τὰς δὲ ἐνεργεῖς τὰς δὲ ἄλλο τι ἄλλως οὔσας. συμβαίνει δὲ τοῦτο παρὰ τὴν τῶν τόπων θέσιν ὅθεν εἰς τὸ ἐνσωματισθῆναι καὶ θάλλονται αἱ ψυχαί. αἱ μὲν γὰρ ἀπὸ βασιλικοῦ διαζώματος καταπηδῶσι τῆς ὁμοιοπάθους βασιλευούσης ψυχῆς.]]