Ancient Greek
Excerpt 2a
Corpus Hermeticum, Stobaei Hermetica 2a.12
Not analysed yet
τὸ οὖν οὕτως μεταβαλλόμενον ὥστε ἀγνοεῖσθαι, ⟨πῶς⟩ δύναται ἀληθὲς εἶναι, ὦ Τάτ; οὐ τοὐναντίον ψεῦδός ἐστιν, ἐν ποικίλαις γινομένων φαντασίαις τῶν μεταβολῶν; σὺ δῊ νόει ἀληθὲς [τι] εἶναι [[τὸ]] μόνον ⟨⟨τὸ⟩⟩ [ἀίδιον] ⟨ἀεὶ ὄν⟩. ὁ δὲ ἄνθρωπος οὐκ ἔστιν ἀεί· ἄρα οὐδὲ ἀληθές ἐστι, φαντασία δέ [ἐστι] τις [ἄνθρωπος].