Ancient Greek · ~2 min
Excerpt 2a
Corpus Hermeticum, Stobaei Hermetica 2a.11
Not analysed yet
Οὐδὲ ἄνθρωπος ἀληθής ἐστιν, ὦ πάτερ; —Καθότι ἄνθραωπος, οὐκ ἔστιν ἀληθής, ὦ τέκνον. τὸ γὰρ ἀληθές ἐστι ⟨τὸ⟩ [καὶ] ἐξ αὑτοῦ μόνου τὴν σύστασιν ἔχον, καὶ μένον καθ᾽ αὑτὸ οἷον ἐστίν· ὁ δὲ ἄνθρωπος ἐκ πολλῶν συνέστηκε, καὶ οὐ μένει καθ᾽ αὑτόν, τρέπεται δὲ καὶ μεταβάλλεται ⟨εἰς⟩ ἡλικίαν ἐξ ἡλικίας καὶ ἰδέαν ἐξ ἰδέας [καὶ ταῦτα ἔτι ὢν ἐν τῷ σκήνει]. καὶ πολλοὶ τέκνα οὐκ ἐγνώρισαν χρόνου ὀλίγου μεταξὺ γενομένου, καὶ πάλιν τέκνα γονεῖς ὁμοίως.