Ancient Greek
Excerpt 2a
Corpus Hermeticum, Stobaei Hermetica 2a.13
Not analysed yet
Οὐδὲ ταῦτα οὖν, ὦ πάτερ, τὰ ἀίδια σώματα [[ἐπεὶ μεταβάλλεται] ἀληθῆ ἐστι⟨ν⟩; ⟨⟨ἐπεὶ μεταβάλλεται⟩⟩ ⟨καὶ ταῦτα. ⟩—Πᾶν μὲν οὖν τὸ [γεννητὸν καὶ] μεταβλητὸν οὐκ ἀληθές· [[ὑπὸ δὲ τοῦ προπάτορος γενόμενα τὴν ὕλην δύναται ἀληθῆ ἐσχηκέναι·]] ἔχει δέ τι καὶ ταῦτα ψεῦδος ἐν τῇ μεταβολῇ· οὐδὲν γάρ, μὴ μένον ἐφ’ αὑτῷ, ἀληθές ἐστιν. ⟨⟨ὑπὸ δὲ τοῦ προπάτορος ⟨ἄφθαρτα⟩ γενόμενα, τὴν⎡ὕλην⎤δύναται ἀληθῆ ἐσχηκέναι. ⟩⟩—