Ancient Greek
Excerpt 2a
Corpus Hermeticum, Stobaei Hermetica 2a.14
Not analysed yet
⟨⟨Τί οὖν ἂν εἴποι τις⟩⟩ ἀληθές, ὦ πάτερ [[τί οὖν ἂν εἴποι τις]]; —Μόνον τὸν ἥλιον, παρὰ τὰ ἄλλα πάντα μὴ μεταβαλλόμενον, μένοντα δὲ ἐφ’ αὑτῷ, ἀλήθειαν]. διὸ καὶ τὴν ⟨τῶν⟩ ἐν τῷ κόσμῳ πάντων δημιουργίαν αὐτὸς μόνος πεπίστευται, ἄρχων πάντων καὶ ποιῶν πάντα. ὃν καὶ σέβομαι, καὶ προσκυνῶ αὐτοῦ τὴν ἀλήθειαν, μετὰ τὸν ἕνα καὶ πρῶτον ⟨θεὸν⟩ τοῦτον δημιουργὸν γνωρίζω⟨ν⟩. —