Ancient Greek · ~2 min
Excerpt 2a
Corpus Hermeticum, Stobaei Hermetica 2a.4
Not analysed yet
ὅταν δ᾽ ἄνωθεν τὴν ἐπίρροιαν ἔχῃ ἡ φαντασία, τῆς ἀληθείας γίγνεται μίμησις. χωρὶς δὲ τῆς ἄνωθεν ἐνεργείας, ψεῦδος καταλείπεται· καθάπερ καὶ ἡ εἰκὼν [[τὸ [[μὲν]] σῶμα]] ⟨ἡ ἐν⟩ τ῀ιΗ γραφ῀ιΗ δείκνυσι ⟨⟨μὲν⟩⟩ [[αὐτὴ δὲ οὐκ ἔστι σῶμα]] κατὰ [τὴν] φαντασίαν ⟨⟨τὸ σῶμα⟩⟩ τοῦ ὁρωμένου, ⟨⟨αὐτὴ δὲ οὐκ ἔστι σῶμα. ⟩⟩καὶ ὀφθαλμοὺς μὲν ὁρᾶται ἔχουσα, βλέπει δὲ οὐδέν· ⟨καὶ ὦτα,⟩ ἀκούει δὲ οὐδὲν ὅλῶς· καὶ τὰ ἄλλα πάντα ἔχει μὲν ἡ γραφή, ψευδῆ δέ [ἐστι], τὰς τῶν ὁρώντων ὄψεις ἐξαπατῶντα, τῶν μὲν δοκούντων ἀληθ῀Η ὁρᾶν, τῶν δὲ ὡς ἀληθῶς ὄντων ψευδῶν.