Ancient Greek
2a.5 to 2a.10
Corpus Hermeticum, Stobaei Hermetica 2a.5-10
Not analysed yet
ὅσοι μὲν οὖν ⎡οὐ⎤ ⟨. . . ⟩,ψεῦδος ὁρῶσιν· ⟨ὅσοι δὲ. . . ⟩,ἀλήθειαν ὁρῶσιν. ἐὰν οὖν ἕκαστον τούτων οὕτω νοῶμεν ἢ ὁρῶμεν ὡς ἔστιν, ἀληθῆ καὶ νοοῦμεν καὶ ὁρῶμεν· ἐὰν δὲ παρὰ τὸ ὄν, οὐδὲν ἀληθὲς οὔτε νοήσομεν οὔτ᾽ ὀΨόμεθα. ⟨⟨⎡οὕτως⎤ ἀληθὲς οὐδὲν εἶΝαι ἐν τῇ γῇ νοῶ⟨ν⟩ καὶ λέγω⟨ν⟩ [φαντασίαι εἰσὶ καὶ δόξαι πάντα] ἀληθῆ νοῶ καὶ λέγαωὐκ οὖν τὸ [τε] ἀληθῆ νοεῖν καὶ λέγειν, τοῦτο ἀλήθειαν δεῖ καλεῖν; —Τί δαί; ⟩⟩——Ἔστιν οὖν, ⟨ὦ⟩ πάτερ, ἀλήθεια καὶ ἐν τῇ γῇ. [[καὶ οὐκ ἀσκόπως]]—Σφάλλῃ, ὦ τέκνον. ἀλήθεια μὲν οὐδαμῶς ἐστιν ἐν τῇ γῇ, ὦ Τάτ, οὔτε γενέσθαι δύναται· περὶ δὲ ἀληθείας ⟨ἀληθῆ⟩ νοῆσαι ἐνίους τῶν ἀνθρώπων, [οἷς ἐὰν ὁ θεὸς τὴν θεοπτικὴν δωρήσηται δύναμιν,] [γενέσθαι] ⟨οὐδὲν κωλύει· ⟩[[οὕτως ἀληθὲς οὐδὲν ἔστιν ἐν τῇ γῇ. νοῶ καὶ λέγω. φαντασίαι εἰσὶ καὶ δόξαι πάντα. ἀληθῆ νοῶ καὶ λέγω. —Οὐκ οὖν τό τε ἀληθῆ νοεῖν καὶ λέγειν, τοῦτο ἀλήθειαν δεῖ καλεῖν; —Τί δαί;]] [τὰ ὄντα [δεῖ] νοεῖν καὶ λέγειν] [ἔστι δὲ οὐδὲν ἀληθὲς ἐπὶ τῆς γῆς] ⟨⟨καὶ οὐκ ἀσκόπως⟩⟩ ⟨εἶπον ὅτι⟩ τοῦτο ἀληθές ἐστι, τὸ μὴ εἶ[δε]ναι μηδὲν ἀληθὲς ἐνθάδε. πῶς ἂν καὶ δύναιτο ⟨ἀληθές τι ἐνθάδε⟩ γενέσθαι, ὦ τέκνον; ἡ γὰρ ἀλήθειά [τελεωτάτη ἀρετή] ἐστιν αὐτὸ τὸ ἄκρατον ἀγαθόν, τὸ μὴ ὑπὸ ὕλης θολούμενον μήτε ὑπὸ σώματος περιβαλλόμενον, γυμνὸν φανόν, ἄτρεπτον [σεμνὸν] ἀναλλοίωτον [ἀγαθόν]. τὰ δὲ ἐνθάδε, ὦ τέκνον, οἷά ἐστιν ὁρᾷς, ἄδεκτα [τούτου] τοῦ ἀγαθοῦ, φθαρτὰ παθητὰ διαλυτὰ τρεπτά, ἀεὶ ἐναλλοιούμενα, ἄλλα ἐξ ἄλλων γινόμενα. ἃ οὖν μηΔὲ πρὸς ἑαυτὰ ἀληθῆ ἐστι, πῶς δύναιτο ἀληθῆ εἶναι; πᾶν γὰρ τὸ ἀλλοιούμενον ψεῦδός ἐστι, μὴ μένον ἐν ᾧ ἐστι, φαντασίας δὲ [μετατρεπόμενον] ἄλλας καὶ ἄλλας ἐπιδεικνύΜΕΝΟΝ [ἡμῖν].