Ancient Greek · ~2 min
Excerpt 2b
Corpus Hermeticum, Stobaei Hermetica 2b.2
Not analysed yet
Τί οὖν ἄν τις πράττων, ὦ πάτερ, εἰ μηδέν ἐστιν ἀληθὲς ἐνθάδε, καλῶς διαγάγοι τὸν βίον; —ΕὐσεβῶΝ, ὦ τέκνον. ὁ δὲ εὐσεβ⟨εῖν ζητ⟩ῶν [ἄκρως] φιλοσοφήσει. χωρὶς γὰρ φιλοσοφίας [[ἄκρως]] εὐσεβῆσαι ἀδύνατον· ὁ δὲ μαθὼν οἷά ἐστι ⟨τὰ ὄντα⟩, καὶ πῶς διατέτακται, καὶ ὑπὸ τίνος, καὶ ἕνεκεν τίνος, χάριν εἴcεται ὑπὲρ πάντων τῷ δημιουργῷ ὡς πατρὶ ἀγαθῷ καὶ τροφεῖ χρηστῷ καὶ ἐπιτρόπῳ πιστῷ· ὁ δὲ χάριν ὁμολογῶν εὐσεβήσει.