Ancient Greek
Excerpt 2b
Corpus Hermeticum, Stobaei Hermetica 2b.3
Not analysed yet
ὁ δὲ ⟨⟨ἄκρως⟩⟩ φιλοσοφῶν ⟨μαθ⟩Ήσεται καὶ ποῦ ἐστιν ἡ ἀλήθεια καὶ τίς ἐστιν ἐκείνη· καὶ μαθών, ἔτι μᾶλλον εὐσεβέστερος ἔσται, ⟨⟨καὶ οὐκέτι ἀποστῆναι δυν⟨ήσ⟩εται τοῦ ἀγαθοῦ. ⟩⟩οὐδέποτε γάρ, ὦ τέκνον, ψυχὴ [ἐν σώματι οὖσα καὶ] κουφίσασα ἑαυτὴν ἐπὶ τὴν κατάληψιν τοῦ ὄντως ἀγαθοῦ καὶ ἀληθοῦς ὀλισθῆσαι δύναται ἐπὶ τὸ ἐναντίον· δεινὸν γὰρ ἐρῶτα ἴσχει καὶ λήθην πάντων τῶν κακῶν ψυχὴ μαθοῦσα ἑαυτῆς τὸν προπάτορα. [[καὶ οὐκέτι ἀποστῆναι δύναται τοῦ ἀγαθοῦ.]]