Ancient Greek · ~4 min
3.1 to 3.5
Corpus Hermeticum, Stobaei Hermetica 3.1-5
Not analysed yet
[[ἐνέργειαι γάρ, ὦ Τάτ, ἀσώματοι αὐταὶ οὖσαι, ἐν σώμασίν εἰσι, καὶ διὰ τῶν σωμάτων ἐνεργοῦσι. διόπερ, ὦ Τάτ, καθότι ἀσώματοί εἰσι, καὶ ἀθανάτους αὐτὰς φὴς εἶναι· καθότι δὲ χωρὶς σωμάτων ἐνεργεῖν οὐ δύνανται, φημὶ αὐτὰς εἶναι ἀεὶ ἐν σώματι.]] [τὰ γὰρ πρός τι ἢ ἕνεκά τινος γενόμενα προνοίᾳ καὶ ἀνάγκῃ ὑποπεπτωκότα.] [ἀδύνατον ἀργά ποτε μεῖναι τῆς ἰδίας ἐνεργείας. τὸ γὰρ ὂν ἀεὶ ἔσται. τοῦτο γὰρ αὐτοῦ καὶ σῶμα καὶ ζωή ἐστι.] [[τούτῳ τῷ λόγῳ ἕπεται τὸ καὶ ἀεὶ τὰ σώματα εἶναι. διὸ καὶ αὐτὴν τὴν σωμάτωσίν φημι ἀιδίαν ἐνέργειαν εἶναι. εἰς γὰρ σώματα ἐπίγεια διαλυτά, σώματα δὲ δεῖ εἶναι, τόπους καὶ ὄργανα τῶν ἐνεργειῶν ταῦτα, αἱ δὲ ἐνέργειαι ἀθάνατοι, τὸ δὲ ἀθάνατον ἀεὶ ἔστιν, ἐνέργεια καὶ ἡ σωματοποίησις, εἴ γε ἀεὶ ἔστι.]] [[παρέπονται δὲ τῇ ψυχῇ οὐκ ἀθρόως παραγιγνόμεναι ἀλλὰ τινὲς μὲν αὐτῶν ἅμα τῷ γενέσθαι τὸν ἄνθρωπον ἐνεργοῦσιν, ὁμοῦ τῇ ψυχῇ περὶ τὰ ἄλογα οὖσαι, αἱ δὲ καθαρώτεραι ἐνέργειαι κατὰ μεταβολὴν τῆς ἡσυχίας τῷ λογικῷ μέρει τῆς ψυχῆς συνεργοῦσαι.]]