Ancient Greek · ~2 min
Excerpt 3
Corpus Hermeticum, Stobaei Hermetica 3.6
Not analysed yet
[[αὗται δὲ αἱ ἐνέργειαι τῶν σωμάτων εἰσὶν ἠρτημέναι. καὶ ἀπὸ μὲν τῶν θείων σωμάτων ἔρχονται εἰς τὰ θνητὰ αὗται αἱ σωματοποιοῦσαι, ἑκάστη δὲ αὐτῶν ἐνεργεῖ ἢ περὶ τὸ σῶμα ἢ τὴν ψυχήν. καὶ αὐτῇ μέντοι τῇ ψυχῇ σνγγίγνονται χωρὶς σώματος· ἀεὶ δὲ ἐνέργειαί εἰσιν, οὐκ ἀεὶ δὲ ἡ ψυχὴ ἐν σώματι θνητῷ ἐστι· δύναται γὰρ χωρὶς τοῦ σώματος εἶναι· αἱ δὲ ἐνέργειαι χωρὶς τῶν σωμάτων οὐ δύνανται εἶναι.]]