Ancient Greek
Excerpt 3
Corpus Hermeticum, Stobaei Hermetica 3.21
Not analysed yet
⎡Ἡ αὐτὴ ἂν εἴη αἴσθησις ψυχῆς καὶ σώματος⎤, ὦ πάτερ; —Πῶς νοεῖς, ὦ παῖ, ψυχῆς αἴσθησιν; οὐχ ἡ μὲν ψυχὴ ἀσώματος, ἡ δὲ αἴσθησις σῶμα; —⟨. . . ⟩⎡ἂν εἴη, ὦ πάτερ, ἡ αἴσθησις ἡ ἐν σώματι οὖσα τυγχάνει. ⎤—Ἐὰν ἀσώματοΝ αὐτὴν θῶμεν, ὦ τέκνον, ὁμοίαν τῇ ψυχῇ αὐτὴν ἀποφανοῦμεν ἢ ταῖς ἐνεργείαις· ταῦτα γὰρ ἀσώματα ὄντα φαμὲν ἐν σώμασιν ⟨εἶναι⟩. ἡ δὲ αἴσθησις οὔτε ἐνέργειά ἐστιν οὔτε ψυχή, ⎡οὔτε ἀσώματόν τι ἄλλο παρὰ τὰ προειρημένα⎤· οὐκ ἂν οὖν εἴη ἀσώματον. εἰ δ᾽ οὐκ ἔστιν ἀσώματον, σῶμα ἂν εἴη. [τῶν γὰρ ὄντων Δεῖ τὰ μὲν σώματα εἶναι, τὰ δὲ ἀσωματα.]