Ancient Greek · ~5 min
4a.1 to 4a.6
Corpus Hermeticum, Stobaei Hermetica 4a.1-6
Not analysed yet
Ἔφαμεν γὰρ ἐν τοῖς γενικοῖς ⟨τὰς τῶν⟩ ⟨⟨σωμάτων⟩⟩ κινήσεις τὰς μὲν ὑπὸ τῶν ⟨φυσικῶν⟩ ἐνεργειῶν, τὰς δὲ ὑπὸ τῶν [[σωμάτων]] ⟨ψυχῶν γίνεσθαι⟩. [φαμὲν δὲ τὴν ψυχήν, ⟨⟨ἀσώματον οὖσαν,⟩⟩ ἐξ οὐσίας τινὸς [οὐχ ὕλης] γεγενῆσθαι [[ἀσώματον οὖσαν]] καὶ αὐτῆς ἀσωμάτου οὔσης. πᾶν γὰρ τὸ γενόμενον ἀναάγκη ἔκ τινος γεγενῆσθαι.] ὅσων μὲν οὖν ⟨σωμάτων⟩ τῇ γενέσει φθορὰ ἐπακολουθεῖ, τούτοις δύο κινήσεις παρακολουθεῖν ἀνάγκη, τήν τε ⟨γινομένην ὑπὸ τῆς⟩ ψυχῆς, ὑφ᾽ ἧς κινεῖται ⟨τὸ σῶμα κατὰ τόπον⟩, καὶ τὴν [τοῦ σώματος] ⟨ὑπὸ τῆς φύσεως⟩, ὑφ᾽ ἧς αὔξεται καὶ φθίνει, ἔτι δὲ καὶ ⟨φθαρὲν⟩ [ἀναλυθέντα] ἀναλύεται. ταύτην ὁρίζομαι τὴν κίνησιν τῶν φθαρτῶν σωμάτων. ⟨. . . ⟩ἡ δὲ ψυχὴ ἀεικίνητος, ὅτι ἀεὶ ⟨ἔν τε⟩ ἑαυτῇ κινεῖται καὶ ἄλλοις κίνησιν ἐνεργεῖ. κατὰ τοῦτον οὖν τὸν λόγον ἐστὶ ψυχὴ πᾶσα ἀθάνατος, καθ⟨ότι⟩ ἀεικίνητος, ⟨ἐν ἑαυτῇ⟩ ἔχουσα [κίνησιν] τὴν αὑτῆς ἐνέργειαν. ἰδέαι δὲ ψυχῶν, θεία, ἀνθρωπίνη, ἄλογος. ἡ μὲν οὖν θεία τοῦ θείου σώματος ⟨κινητική,. . . ⟩αὐτῆς ἐνέργεια· ἐν μὲν γὰρ αὐτῷ κινεῖται, καὶ [ε]αὐτὸ ⟨δὲ⟩ κινεῖ. [[ἐπὰν γὰρ θνητῶν ζῴων ἀπαλλαγῇ, χωρισθεῖσα τῶν ἀλόγων ἑαυτῆς μερῶν, ἐξελθοῦσα εἰς τὸ θεῖον σῶμα, ὡς ἀεικίνητος ἐν αὐτῷ κινεῖται, συμπεριφερομένη τῷ παντί.]]