Ancient Greek · ~2 min
Excerpt 3
Corpus Hermeticum, Stobaei Hermetica 3.6x
Not analysed yet
⟨⟨αὐταὶ δῊ ⟨⟨ἀ[ι]σώματ[οπ]οι οὖσαι⟩⟩ αἱ ἐνέργειαι τῶν σωμάτων εἰσὶν ἠρτημέναι· καὶ ⟨γὰρ⟩ ἀπὸ [μὲν] τῶν θείων σωμάτων ἔρχονται εἰς τὰ θνητά [αὗται] [[αἱ σωματοποιοῦσαι]]· ἑκάστη δὲ αὐτῶν ἐνεργεῖ ἢ περὶ τὸ σῶμα ἢ τὴν ψυχήν. καὶ αὐτῇ ⟨γὰρ⟩ [[μέντοι]] τῇ ψυχῇ συγγίγνονται, ⟨οὐ⟩ ⟨⟨μέντοι⟩⟩ χωρὶς σώματος. [ἀεὶ δὲ ἐνέργειαί εἰσιν.] οὐκ ἀεὶ δὲ ἡ ψυχὴ ἐν σώματί [θνητῷ] ἐστι, δύναται γὰρ χωρὶς τοῦ σώματος εἶναι· αἱ δὲ ἐνέργειαι χωρὶς τῶν σωμάτων οὐ δύνανται εἶναι. ⟩⟩