Ancient Greek · ~4 min
3.10 to 3.4x
Corpus Hermeticum, Stobaei Hermetica 3.10-4x
Not analysed yet
ἀεὶ δὲ γίγνεσθαι δεῖ [καὶ] πολλά, μᾶλλον δὲ πάντα. οὐδέποτε γὰρ χηρεύει τῶν ὄντων τινὸς ὁ κόσμος, ἀεὶ δὲ φερόμενος, ⟨ἀεὶ⟩ ἐν ἑαυτῷ κυίσκει τὰ ὄντα [οὐδέποτε ἀπολειφθησόμενα αὐτοῦ τῆς φ[θ]ορᾶς]. *****πᾶσα οὖν ἐνέργεια νοείσθω ὡς [ἀεὶ] ἀϲάΜατος οὖσα, ἥτις ἂν ᾖ ἐν οἱῳδήποτε σώματι. ⟨⟨ἐνέργειαι γάρ, ὦ Τάτ, ἀσώματοι αὐταὶ οὖσαι, ἐν σώμασίν εἰσι, καὶ διὰ τῶν σωμάτων ἐνεργοῦσι. διόπερ, ὦ Τάτ, καθότι ⟨μὲν⟩ ἀσώματοί εἰσι, καὶ ἀθανάτους αὐτάς φηΜι εἶναι, καθότι δὲ χωρὶς σωμάτων ἐνεργεῖν οὐ δύνανται, φημὶ αὐτὰς εἶναι ἀεὶ ἐν σώματι. ⟩⟩⟨⟨τούτῳ τῷ λόγῳ ἕπεται [τὸ] καὶ ⟨τὸ⟩ ἀεὶ [τὰ] σώματα εἶναι. διὸ καὶ [αὐτὴν] τὴν σωματο⟨ποίη⟩σίν φημι ἀιδίαν [ἐνέργειαν] εἶναι. εἰ[ς] γὰρ σώματα ἐπίγεια διαλυτά, σώματα δὲ δεῖ εἶναι, τόπους καὶ ὄργανα τῶν ἐνεργειῶν [ταῦτα] ⟨ὑπάρξοντα⟩, αἱ δὲ ἐνέργειαι ἀθάνατοι, τὸ δὲ ἀθάνατον ἀεὶ ἔστι[ν ἐνέργεια], καὶ ἡ σωματοποίησις [εἴ γε] ἀεὶ ἔστι. ⟩⟩