Ancient Greek
Excerpt 3
Corpus Hermeticum, Stobaei Hermetica 3.8
Not analysed yet
αὕτη οὖν ἡ διαφορὰ ἀθανάτου σώματος καὶ θνητοῦ, ὅτι τὸ μὲν ἀθάνατον ἐκ μιᾶς ὕλης συνέστηκε, τὸ δὲ οὔ· καὶ τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει. ⟨καὶ τὸ μὲν κρατεῖ, τὸ δὲ κρατεῖται· ⟩πᾶν γὰρ τὸ ἐνεργοῦν κρατεῖ, τὸ δὲ ἐνεργούμενον κρατεῖται. καὶ τὸ μὲν κρατοῦν, [ἐπιτακτικὸν καὶ] ἐλεύθερον ⟨ὄν⟩, ἄγει, τὸ δὲ ⟨κρατούμενον⟩, δοῦλον ⟨ὄν⟩, φέρεται.