Ancient Greek
Excerpt 3
Corpus Hermeticum, Stobaei Hermetica 3.9
Not analysed yet
⟨κ⟩αὶ μῊν ⟨αἱ⟩ ἐνέργειαι οὐ μόνον τὰ ἔμψυχα ἐνεργοῦσι σώματα, ⟨⟨ἀλλ⟨ὰ⟩⟩⟩ καὶ τὰ ἄψυχα, ⟨τὰ⟩ ξύλα καὶ τοὺς λίθους καὶ τὰ [[ἄλλ’]] ὅμοια, αὔξουσαί τε [καὶ καρποφοροῦσαι] καὶ πεπαίνουσαι, καὶ φθείρουσαι καὶ τήκουσαι καὶ σήπουσαι καὶ θρύπτουσαι, καὶ τὰ ὅμοια ἐνεργοῦσαι, ὅσα δύναται σώματα ἄψυχα πάσχειν. ἐνέργεια γὰρ κέκληται, ὦ τέκνον, αὐτὸ τοῦτο, ⟨τὸ δι᾽ οὗ γίγνεται⟩ ὅ τί ποτέ ἐστι τὸ γιγνόμενον.