Ancient Greek · ~2 min
Excerpt 5
Corpus Hermeticum, Stobaei Hermetica 5.5
Not analysed yet
⟨. . . ⟩ὥστε καὶ πρὸς τὰς κινήσεις ἐσμὲν ἀσθενέστεροι, φέροντες ⟨αὐτὰς⟩ [κινήσεις] μηδὲ ἡμέρας μιᾶς. εὖ γὰρ ἴσθι, ὦ τέκνον, ὅτι εἰ μὴ ἐν ταῖς νυξὶν ἡμῶν ἀνεπαύετο τὰ σώματα, οὐκ ἂν πρὸς μίαν ἡμέραν ἀντέσχομεν. ὅθεν ἀγαθὸς ὢν ὁ δημιουργός, ⟨καὶ⟩ πάντα προεπιστάμενος, εἰς διαμονὴν τοῦ ζῷου ἐποίησε τὸν ὕπνον, ⟨φάρμακ⟩ον μέγιστον τοῦ καμάτου τῆς κινήσεως, καὶ ἐπ᾽ ἰσότητος ἔταξεν ἑκατέρῳ χρόνοΝ [μᾶλλον δὲ τῇ ἀναπαύλῃ πλείονα].