Ancient Greek · ~2 min
5.6 to 5.7
Corpus Hermeticum, Stobaei Hermetica 5.6-7
Not analysed yet
μεγίστην δῊ νόει, ⟨ὦ⟩ τέκνον, τοῦ ὕπνου τὴν ἐνέργειαν, ἐναντίαν τῇ τῆς ψυχῆς, οὐκ ἐλάττον⟨α δ᾽⟩ ἐκείνης. καθάπερ γὰρ ἡ ψυχὴ κινήσεώς ἐστιν ἐνεργΗΤΙΚΉ, τὸν αὐτὸν τρόπον ⟨ὁ ὕπνος. . . ⟩. ⟨διὸ⟩ καὶ τὰ σώματα ζῆν οὐ δύναται χωρὶς ὕπνου· ἄνεσις γάρ [καὶ ἄφεσίς] ἐστι ⎡τῶν συνδέτων τῶν μελῶν⎤. καὶ ἔσωθεν ἐνεργεῖ, σωματοποιῶν τὴν ἐπεισελθοῦσαν ὕλην, ἑκάστῳ τὸ οἰκεῖον διαστέλλων, τὸ μὲν ὕδωρ τῷ αἵματι, τὴν δὲ γῆν ⟨τοῖς⟩ ὀστέοις καὶ μυελοῖς, τὸν δὲ ἀέρα τοῖς νεύροις [καὶ φλεψί], τὸ δὲ πῦρ τῇ ὁράσει. διόπερ καὶ ἥδεται ἄκρως τὸ σῶμα τῷ ὕπνῳ ταύτην ἐνεργοῦντι τὴν ⎡ἡδονήν⎤.