Ancient Greek
Excerpt 6
Corpus Hermeticum, Stobaei Hermetica 6.12
Not analysed yet
ἔτι καὶ ⟨ἄλλοι⟩ ἐν οὐρανῷ φερόμενοι ἀστέρες ⎡γεννῶσιν⎤ αὐτοῖς, ⟨οἱ καλούμενοι⟩ [ὑπο]λειτουργ⟨οί⟩, οὓς καὶ ὑπηρέτας καὶ στρατιώτας ἔχουσιν. οὗτοι δὲ ὑπ᾽ ἐκείνων ⎡μιγνύμενοι⎤ φέρονται ἐν τῷ αἰθέρι αἰωρούμενοι, τὸν τούτου τόπον ἀναπληροῦντες, ὅπως μηδεὶϲ ᾖ τόπος ἄνω κενὸς ἀστέρων, συγκοσμοῦντες τὸ πᾶν, ἐνέργειαν ἰδίαν ἔχοντες, ὑποτεταγμένην δὲ ⟨τῇ⟩ τῶν τριάκοντα ἓξ ἐνεργείᾳ· ἐξ ὧν [κ]αἱ κατὰ τὰς χώρας φθοραὶ γίνονται τῶν ἄλλων ἐμψύχων [ζῴων], καὶ ἡ πληθὺς τῶν λυμαινομένων ζῴων τοὺς καρπούς.