Ancient Greek
6.13 to 6.14
Corpus Hermeticum, Stobaei Hermetica 6.13-14
Not analysed yet
[[ὑπὸ δὲ τούτους ἐστιν ἡ καλουμένη ἄρκτος, κατὰ μέσον τοῦ ζῳδιακοῦ, ἐξ ἀστέρων συγκειμένη ἑπτά, ἔχουσα ἀντίζυγον ἑτέραν ὑπὲρ κεφαλῆς. ταύτης μὲν ἡ ἐνέργειά ἐστι καθάπερ ἄξονος, μηδαμοῦ μὲν δυνούσης μηδὲ ἀνατελλούσης, μενούσης δὲ ἐν τῷ αὐτῷ τόπῳ, τῆς περὶ αὐτὸ στρεφομένης, ἐνεργούσης δὲ τὴν ζωφόρου κυκλοῦ, παραδιδοῦσα τὸ πᾶν τοῦτο ἀπὸ μὲν τῆς νυκτὸς ἡμέρᾳ, ἀπὸ ἡμέρας νυκτί.]] μετὰ δὲ τούτοΥϲ ἐστὶν ἄλλος χορὸς ἀστέρων, οὓς ἡμεῖς ⟨⟨μὲν⟩⟩ προσηγοριῶν οὐ κατηξιώσαμεν· οἱ δὲ μεθ᾽ ἡμᾶς [μιμησάμενοι] ⟨ἐσόμενοι⟩ [[μὲν]] καὶ ⟨τ⟩ούτοι⟨ς⟩ προσηγορίας [τούτοις] θήσονται.