Ancient Greek · ~2 min
Excerpt 6
Corpus Hermeticum, Stobaei Hermetica 6.4
Not analysed yet
⟨. . . ⟩⎡συμφερομένους τοῖς πλάνησι καὶ ἰσοδυναμεῖν τῇ τοῦ παντὸς φορᾷ κατὰ τὸ ἐναλλὰξ τοῖς ἑπτά⎤· καὶ τὸ μὲν περιεκτικὸν ἐπέχειν σῶμα,—ἔσχατον γὰρ ἂν ἦν [ἐν] ⟨τῷ τάχει⟩ τῆϲ φορᾶϲ αὐτὸ καθ᾽ αὑτὸ ὄν [τῷ πάσχειν], ἐπισπεύδειν δὲ τοὺς ἑπτὰ ἄλλους κύκλους, διὰ τὸ βραδύτεραν κίνησιν ⟨αὐτοὺς⟩ κινεῖσθαι τοῦ ⟨τοῦ⟩ παντὸς κύκλου [ὥσπερ οὖν ἀνάγκη] [αὐτοὺς κινεῖσθαι καὶ τοῦ παντός].