Ancient Greek · ~2 min
Excerpt 6
Corpus Hermeticum, Stobaei Hermetica 6.3
Not analysed yet
⟨'E⟩φαμένπου, ὦ τέκνον, περιεκτικὸν τῶν ἁπάντων εἶναι σῶμα. ἐννόησον οὖν [καὶ] αὐτὸ ὥσπερ κυκλοειδὲς ⟨τὸ⟩ σχῆμα· καὶ γὰρ οὕτως ἔχει τὸ πᾶν. —Τοιοῦτον ⟨τὸ⟩ σχῆμα νοῶ οὕτως ὡς λέγεις, ὦ πάτερ. —Ὑπὸ δὲ τὸν κύκλον τοῦ σώματος τούτου[ς] τετάχθαι τοὺς τριάκοντα ἓξ δεκανούς, μέσους τοῦ ⟨τοῦ⟩ παντὸς κύκλου ⟨καὶ⟩ τοῦ ζῳδιακοῦ, διορίζοντας ἀμφοτέρους τοὺς κύκλους, καὶ ὥσπερ ἐκεῖνον μὲν κουφίζοντας, τὸν ⟨δὲ⟩ ζῳδιακὸν καθορ[ιζ]ῶντας.