Ancient Greek
Section 11b
Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τάτ. ὁ κρατήρ. [ἡ μονάς] 11b
Not analysed yet
αὕτη σοι, ὦ Τάτ, κατὰ τὸ δυνατὸν ὑπογέγραπται τοῦ θεοῦ εἰκών· ἣν ἀκριβῶς εἰ θεάσῃ [καὶ νοήσεις] τοῖς τῆς καρδίας ὀφθαλμοῖς, πίστευσόν μοι, τέκνον, εὑρήσεις τὴν πρὸς τὰ ἄνω ὁδόν· μᾶλλον δὲ αὐτή σε ἡ [εἰκὼν] ⟨θέα⟩ ὁδηγήσει. ἔχει γάρ τι ἴδιον ⎡ἡ θέα⎤· τοὺς φθάσαντας θεάσασθαι κατέχει, καὶ ἀνέλκει καθάπερ φασὶν ἡ Μαγνῆτις λίθος τὸν σίδηρον.