Ancient Greek
Section 1
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 1
Not analysed yet
Ἐν τοῖς γενικοῖς, ὦ πάτερ, αἰνιγματωδῶς καὶ οὐ τηλαυγῶς ἔφρασας, περὶ θειότητος διαλεγόμενος· [[οὐκ ἀπεκάλυψας]] φάμενος ⟨γὰρ⟩ μηδένα δύνασθαι σωθῆναι πρὸ τῆς παλιγγενεσίας, ⟨⟨οὐκ ἀπεκάλυψας· ⟩⟩ἐμοῦ τε σοῦ ἱκέτου γενομένου ⎡ἐπὶ τῆς τοῦ ὄρους μεταβάσεως⎤ μετὰ τὸ σὲ ἐμοὶ διαλεχθῆναι [πυθομένου] τὸν τῆς παλιγγενεσίας λόγον μαθεῖν, ὅτι τοῦτον παρὰ πάντα μόνον ἀγνοῶ, ⟨οὔπω ἠξίωσας⟩ ⟨⟨παραδιδόναι μοι,⟩⟩ καὶ ἔφης ὅταν μέλλῃς ⟨τοῦ⟩ κόσμου ἀπαλλοτριοῦσθαι [[παραδιδόναι μοι]] ⟨παραδώσω. ἐγὼ δὲ ἤδη⟩ ἕτοιμος ἐγενόμην, καὶ ἀπηλλοτρίωσα τὸ ἐν ἐμοὶ φρόνημα ἀπὸ τῆς τοῦ κόσμου ἀπάτης· σὺ δέ μου καὶ τὰ ὑστερήματα ἀναπλήρωσον, ὡς ἔφης μοι, παλιγγενεσίαν παραδοῦναι προθέμενος [ἐκ φωνῆς ἢ κρυβήν]. ἀγνοῶ, ὦ τρισμέγιστε, ἐξ οἵας μήτρας ἄνθρωπος ⟨ἀν⟩αγεννηθ⟨εί⟩η ⟨ἄν⟩, σπορᾶς δὲ ποίας.