Ancient Greek
Section 4
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 4
Not analysed yet
—Εἰς μανίαν με οὐκ ὀλίγην καὶ οἴστρησιν φρενῶν ἐνεσείσας, ὦ πάτερ. ἐμαυτὸν γὰρ νῦν οὐχ ὁρῶ; —Εἴθε, ὦ τέκνον, καὶ σὺ σεαυτὸν διεξεληλύθεις, ⟨ἵνα εἶδες, μὴ⟩ ὡς οἱ ἐν ὕπνῳ ὀνειροπολούμενοι, ⟨ἀλλὰ⟩ χωρὶς ὕπνου. —[[Λέγε μοι καὶ τοῦτο· τίς ἐστι γενεσιουργὸς τῆς παλιγγενεσίας; —Ὁ τοῦ θεοῦ παῖς ἄνθρωπος εἷς θελήματι θεοῦ. —]]