Ancient Greek
Section 6
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 6
Not analysed yet
—Τί οὖν ἀληθές ἐστιν, ὦ τρισμέγιστε; —Τὸ μὴ θολούμενον, ὦ τέκνον, τὸ μὴ ⟨πε⟩ριοριζόμενον, τὸ ἀχρώματον, τὸ ἀσχημάτιστον, [[τὸ ἄτρεπτον,]] τὸ γυμνόν, τὸ φα[ι]νόν, τὸ αὑτῷ καταληπτόν, ⟨⟨τὸ ἄτρεπτον,⟩⟩ τὸ ἀναλλοίωτον, τὸ ἀγαθόν [[τὸ ἀσώματον]]. —Μέμηνα ὄντως, ὦ πάτερ, ⟨⟨τῶν πρὶν ἀπολειφθείς φρενῶν· ⟩⟩δοκοῦντος γάρ μου ὑπὸ σοῦ σοφοῦ γεγονέναι, ἐνεφράχθησαν αἱ αἰσθήσεις ⟨προβληθέντος⟩ τούτου μοι τοῦ νοήματος. —Οὕτως ἔχει, ὦ τέκνον. τὸ μὲν ἀνωφερὲς [ὡς πῦρ] καὶ κατωφερὲς [ὡς γῆ] καὶ ὑγρὸν [ὡς ὕδωρ] καὶ σύμπνοον [ὡς ἀὴρ] ⟨αἰσθήσει ὑποπίπτει· τὸ δὲ τούτοις ἀνόμοιον⟩ πῶς αἰσθητῶς οὕτω νοήσεις, τὸ μὴ σκληρόν, τὸ μὴ ὑγρόν, τὸ ⎡ἀσφίγγωτον⎤, τὸ μὴ διαλυόμενον, τὸ μόνον δυνάμει [καὶ ἐνεργείᾳ] νοούμενον, δεόμενοΝ δὲ τοῦ δυναμένου νοεῖν ⟨⟨τὸ ἀσώματον⟩⟩ [τὴν ἐν θεῷ γένεσιν];