Ancient Greek
Section 9
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 9
Not analysed yet
⟨τρίτην⟩ δύναμιν καλῶ ἐπὶ χαρᾷ τὴν ἐγκράτειαν. ὦ δύναμις ἡδίστη· προσλάβωμεν αὐτήν, ὦ τέκνον, ἀσμενέστατα. πῶς ἅμα τῷ παραγενέσθαι ἀπώσατο τὴν ἀκρασίαν. τετάρτην δὲ νῦν καλῶ καρτερίαν, τὴν κατὰ τῆς ἐπιθυμίας δύναμιν. ⟨. . . ⟩ὁ βαθμὸς οὗτος, ὦ τέκνον, δικαιοσύνης ἐστὶν ἕδρασμα. [[χωρὶς γὰρ κτίσεως]] ἰδὲ πῶς τὴν ἀδικίαν ἐξήλασεν· ⟨⟨χωρὶς γὰρ κρίσεως⟩⟩ ἐδικαιώθημεν, ὦ τέκνον, ἀδικίας ἀπούσης. ἕκτην δύναμιν καλῶ εἰς ἡμᾶς τὴν κατὰ τῆς πλεονεξίας, ⟨τὴν⟩ κοινωνίαν. ἀποστάσης δὲ ⟨τῆς πλεονεξίας . . . ἑβδόμην⟩ ἐπικαλῶ τὴν ἀλήθειαν. φεῦγε[ι] ἀπάτη· ἀλήθεια παραγίνεται. ἰδὲ πῶς τὸ ἀγαθὸν πεπλήρωται, ὦ τέκνον, παραγενομένης τῆς ἀληθείας. φθόνος γὰρ ἀφ᾽ ἡμῶν ἀπέστη ⟨καὶ αἱ λοιπαὶ τιμωρίαι⟩. τῇ δὲ ἀληθείᾳ καὶ τὸ ἀγαθὸν ἐπεγένετο ἅμα ζωῇ καὶ φωτί. καὶ οὐκέτι ἐπῆλθεν οὐδεμία τοῦ σκότους τιμωρία, ἀλλ᾽ ἐξέπτησαν [νικηθεῖσαι] ῥοίζῳ.