Ancient Greek
Section 8
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν 8
Not analysed yet
εἶτα τῷ μὲν αὐτῷ ζωγράφῳ ἔξεστι καὶ οὐρανὸν ποιῆσαι καὶ γῆν καὶ θάλασσαν, καὶ θεοὺς καὶ ἀνθρώπους καὶ τὰ ἄλογα πάντα καὶ τὰ ἄψυχα, τῷ δὲ θεῷ οὐ δυνατὸν πάντα ποιεῖν; ὢ τῆς πολλῆς ἀνοίας καὶ ἀγνωσίας τῆς περὶ τὸν θεόν. τὸ γὰρ πάντων καινότατον πάσχουσιν οἱ τοιοῦτοι· τὸν γὰρ θεὸν φάσκοντες εὐλογεῖν τῷ μὴ τὴν τῶν πάντων ποίησιν αὐτῷ ἀνατιθέναι, οὔτε τὸν θεὸν ἴσασι, πρὸς δὲ τῷ μὴ εἰδέναι, καὶ τὰ μέγιστα εἰς αὐτὸν ἀσεβοῦσι, πάθος αὐτῷ περιτιθέντες, ὑπεροψίαν ἢ ἀδυναμίαν. εἰ γὰρ μὴ πάντα ποιεῖ, ἢ ὑπερηφανῶν οὐ ποιεῖ, ἢ μὴ δυνάμενος· ὅπερ ἐστὶν ἀσεβές.