Ancient Greek
Section 8
Corpus Hermeticum, [ὅροι] Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα 8
Not analysed yet
καὶ τοῦτον τὸν τρόπον δημιουργεῖ τὰ[ι α]πάντα, τοῖς μὲν ἀθανάτοις τὴν ἀίδιον διαμονὴν ἀπονέμων, καὶ τῇ ἀνωφερείᾳ [τῇ] τοῦ φωτὸς [ε]αὐτοῦ, ὅσον ἀναπέμπει ἐκ τοῦ θατέρου μέρους τοῦ πρὸς οὐρανὸν βλέποντος, τὰ ἀθάνατα μέρη τοῦ κόσμου τρέφων[τος], τῷ δὲ κατα[λαμ]βαλλομένῳ, καὶ περιλάμποντι τὸ πᾶν ὕδατος καὶ γῆς καὶ ἀέρος κύτος, ⟨⟨τὰ ἐν τούτοις τοῖς μέρεσι τοῦ κόσμου⟩⟩ ζωοποιῶν καὶ ἀνακινῶν ⟨εἰς⟩ γένεσιν, καὶ μεταβολαῖς [[τὰ ἐν τούτοις τοῖς μέρεσι τοῦ κόσμου]] ⟨τὰ⟩ ζῷα [ἕλικος τρόπον] μεταποιῶν καὶ μεταμορφῶν