Ancient Greek
Section 1a
Corpus Hermeticum, [Ἑρμοῦ τοῦ τρισμεγίστου.] ὅτι μέγιστον κακὸν ἐν τοῖς ἀνθρώποις ἡ περὶ τοῦ θεοῦ ἀγνωσία 1a
Not analysed yet
Ποῖ φέρεσθε, ὦ ἄνθρωποι, μεθύοντες, τὸν τῆς ἀγνωσίας ἄκρατον [λόγον] ἐκπιόντες; ὃν οὐδὲ φέρειν δύνασθε, ἀλλ᾽ ἤδη αὐτὸν καὶ ἐμεῖτε. στῆτε νήψαντες, ἀναβλέψαντες τοῖς τῆς καρδίας ὀφθαλμοῖς, καὶ εἰ μὴ πάντες δύνασθε, οἵ γε καὶ δυνάμενοι.