Ancient Greek
Section 2a
Corpus Hermeticum, [Ἑρμοῦ τοῦ τρισμεγίστου.] ὅτι μέγιστον κακὸν ἐν τοῖς ἀνθρώποις ἡ περὶ τοῦ θεοῦ ἀγνωσία 2a
Not analysed yet
ἀναρροίᾳ δὲ χρησάμενοι, οἱ δυνάμενοι λαβέσθαι τοῦ [τῆς σωτηρίας] λιμένος, ἐνορμισάμενοι τούτῳ, ζητήσατε χειραγωγόν, τὸν ὁδηγήσοντα ὑμᾶς ἐπὶ τὰς τῆς γνώσεως θύρας, ὅπου ἐστὶ τὸ λαμπρὸν φῶς, τὸ καθαρὸν σκότους· ὅπου οὐδὲ εἷς μεθύει, ἀλλὰ πάντες νήφουσιν, ἀφορῶντες τῇ καρδίᾳ εἰς τὸν ⟨οὕτως⟩ ὁραθῆναι θέλοντα· οὐ γάρ ἐστιν ἀκουστός, οὐδὲ λεκτός, οὐδὲ ὁρατὸς ὀφθαλμοῖς, ἀλλὰ νῷ καὶ καρδίᾳ.