Ancient Greek
Section 1b
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι οὐδὲν τῶν ὄντων ἀπόλλυται, ἀλλὰ τὰς μεταβολὰς ἀπωλείας καὶ θανάτους πλανώμενοι λέγουσιν 1b
Not analysed yet
⟨. . . ⟩περὶ οὐδὲν γὰρ αὐτῶν ὁ θάνατος· ἀλλὰ ⟨ὄ⟩νο[η]μά ἐστιν Ἡ θανάτου προσηγορία[ς ἢ] κενὸν ἔργοΥ. [ἢ κατὰ στέρησιν τοῦ πρώτου γράμματος λεγόμενος θάνατος ἀντὶ τοῦ ἀθάνατος.] ὁ γὰρ θάνατος ἀπώλειά[ς] ἐστιν, οὐδὲν δὲ τῶν ἐν τῷ κόσμῳ ἀπόλλυται. εἰ γὰρ δεύτερος θεὸς ὁ κόσμος, καὶ ζῷον ἀθάνατον, ἀδύνατόν ἐστι τοῦ ἀθανάτου ζῴου μέρος τι ἀποθανεῖν· πάντα δὲ τὰ ἐν τῷ κόσμῳ μέρη ἐστὶ τοῦ κόσμου. [μάλιστα δὲ ⟨ἀθάνατος⟩ ὁ ἄνθρωπος, τὸ λογικὸν ζῷον.]