Ancient Greek
Section 3b
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ 3b
Not analysed yet
ἐν μόνῳ ἄρα τῷ θεῷ τὸ ἀγαθόν ἐστιν [ἢ αὐτός ἐστιν ὁ θεὸς τὸ ἀγαθόν]. ⟨⟨ἐν δὲ τῷ ἀνθρώπῳ κατὰ σύγκρισιν τοῦ κακοῦ τὸ ἀΓαθὸν λέλεκται· τὸ γὰρ μὴ λίαν κακὸν ἐνθάδε [τὸ] ἀγαθὸν⟩⟩ ⟨προσείρηται⟩. μόνον οὖν, ὦ Ἀσκληπιέ, τὸ ὄνομα τοῦ ἀγαθοῦ ἐν ἀνθρώποις, τὸ δὲ ἔργον οὐδαμοῦ· ἀδύνατον γάρ. οὐ γὰρ χωρεῖ σῶμα ὑλικόν, τὸ πάντοθεν ἐσφιγμένον κακίᾳ, καὶ πόνοις καὶ ἀλγηδόσι, καὶ ἐπιθυμίαις καὶ ὀργαῖς, καὶ ἀπάταις καὶ δόξαις ἀνοήτοις. καὶ τὸ πάντων κάκιστόν ἐστιν, ὦ Ἀσκληπιέ, ὅτι ἕκαστον τούτων τῶν προειρημένων [εμ]πεπίστευται ἐνθάδε [τὸ] μέγιστον εἶναι ἀγαθόν, τὸ μᾶλλον ἀνυπέρβλητον κακόν. [ἡ γαστριμαργία] [ἡ] τῶν κακῶν πάντων χορηγὸς ἡ πλάνη ⟨αὕτη⟩ [ἡ [[ἀπουσία]] ἐνθάδε τοῦ ἀγαθοῦ] ἐστί.