Ancient Greek
Section 1
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 1
Not analysed yet
Ἐννοίας μοί ποτε γενομένης περὶ τῶν ὄντων, καὶ μετεωρισθείσης μὲN τῆς διανοίας σφόδρα, ⟨⟨ὕπνῳ⟩⟩ ⟨δὲ⟩ κατασχεθεισῶν μου τῶν σωματικῶν αἰσθήσεων, ⟨οὐ μέντοι⟩ καθάπερ ⟨τ⟩οῖ⟨ς⟩ [[ὕπνῳ]] βεβαρημένοι⟨ς⟩ ἐκ κόρου τροφῆς ἢ ἐκ κόπου σώματος, ἔδοξά τινα ὑπερμεγέθη μέτρῳ ἀπεριορίστῳ ⟨ἐν⟩τνγχάνοντα καλεῖν μου τὸ ὄνομα, καὶ λέγεν [τα] μοι· Τί βούλει ἀκοῦσαι καὶ θεάσασθαι, καὶ νοήσας μαθεῖν καὶ γνῶναι; —φημὶ ἐγώ·