Ancient Greek
Section 11b
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 11b
Not analysed yet
⟨ἡ δὲ φύσις,⟩ καθὼς ἠθέλησεν ὁ νοῦς, ἐκ τῶν κατωφερῶν στοιχείων ζῷα ἤνεγκεν ἄλογα· οὐ γὰρ ἔτι εἶχε τὸν λόγον. ἀὴρ δὲ πετεινὰ ἤνεγκε, καὶ τὸ ὕδωρ νηκτά, —διεκεχώριστο δὲ ἀπ᾽ ἀλλήλων ἥ τε γῆ καὶ τὸ ὕδωρ [καθὼς ἠθέλησεν ὁ νοῦς], –καὶ ἐξήνεγκεν ⟨ἡ γῆ⟩ [ἀπ’ αὐτῆς ἃ εἶχε] ζῷα τετράποδα ⟨καὶ⟩ ἑρπετά, θηρία ἄγρια καὶ ἥμερα.