Ancient Greek
Section 26a
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 26a
Not analysed yet
καὶ τότε, γυμνωθεὶς ἀπό τῶν τῆς ἁρμονίας ἐνεργημάτων, γίνεται ἐπὶ τὴν ὁγδοαΔικὴν φύσιν, τὴν ἰδίαν δύναμιν ἔχων, καὶ ὑμνεῖ σὺν τοῖς ⟨ἐκεῖ⟩ οὖσι τὸν πατέρα· συγχαίρουσι δὲ οἱ παρόντες τῇ τούτου παρουσίᾳ. καὶ ὁμοιωθεὶς τοῖς συνοῦσιν, ἀκούει καὶ τῶν δυνάμεων, ὑπὲρ τὴν ὀγδοαΔικὴν φύσιν οὐσῶν, φωνῇ τινι ἰδίᾳ ὑμνουσῶν τὸν θεόν. καὶ τότε τάξει ἀνέρχονται πρὸς τὸν πατέρα· [[καὶ αὐτοὶ]] εἰς ⟨γὰρ τὰς⟩ δυνάμεις ἑαυτοὺς παραδιδόασι, καὶ δυνάμεις ⟨⟨καὶ αὐτοὶ⟩⟩ γινόμενοι, ἐν θεῷ γίνονται. τοῦτο ἔστι τὸ ἀγαθόν, ⟨τοῦτο τὸ⟩ τέλος τοῖς γνῶσιν ἐσχηκόσι [θεωθῆναι].