Ancient Greek
Section 4
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 4
Not analysed yet
οὔτως εἰπόν⟨τος⟩, ἠλλάγη ⟨⟨εὐθέως πάντα μοι⟩⟩ τῇ ἰδέᾳ καὶ [[εὐθέως πάντα μοι]] ἤνοικτο ῥοπῇ. καὶ ὁρῶ θέαν ἀόριστον, φῶς [δὲ] πάντα γεγενημένα ἤπιόν τε καὶ ἱλαρόν· καὶ ἠΓάσθην ἰδών. καὶ μετ᾽ ὀλίγον, σκότος κατωφερὲς ἦν ἐν μέρει ⟨τινὶ⟩ γεγενημένον, φοβερόν τε καὶ στυγνόν, ⎡σκολιῶς πεπειραμένον⎤ [ὡς εἰκάσαι με]. ⟨. . . ⟩εἶδοΝ μεταβαλλόμενον τὸ σκότος εἰς ὑγράν τινα φύσιν ἀφάτως τεταραγμένην, καὶ καπνὸν ἀποδιδοῦσαν ὡς ἀπὸ πυρός. καί τινα ἦχον ⎡ἀποτελοῦσαν⎤ ἀνεκλάλητον γοώδη· [εἶτα] βοὴ ⟨γὰρ⟩ ἔξ αὐτῆς ἀσύναρθρος ἐξεπέμπετο. [[ὼς εἰκάσαι φωνὴν φωτός.]]