Ancient Greek
Section 21
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 21
Not analysed yet
ψυχὴ γὰρ κολάζεται τοῦτον τὸν τρόπον. ὁ γὰρ νοῦς, [[ὅταν δαίμων γένηται, πυρίνου τυχεῖν σώματος τέτακται πρὸς τὰς τοῦ θεοῦ ὑπηρεσίας,]] [καὶ] εἰσδὺς εἰς τὴν ἀσεβ῀Η ψυχήν, αἰκίζεται αὐτὴν ταῖς τῶν ἁμαρτΗΜάτων μάστιξιν, ὑφ᾽ ὦν μαστιζομένη [ἀσεβὴς ψυχὴ] ⟨κολάζεται⟩· τρέπεται ⟨γὰρ⟩ ἐπὶ ⟨⟨βλασφημίας, καὶ⟩⟩ φόνους καὶ ὕβρεις καὶ [[βλασφημίας καὶ]] βίας ποικίλας δι᾽ ὦν ἄνθρωποι ἀδικοῦνται. εἰς δὲ τὴν εὐσεβῆ ψυχὴν ὁ νοῦς ἐμβὰς ὁδηγεῖ αὐτὴν ἐπὶ τὸ τῆς γνώσεως φῶς· ἡ δὲ τοιαύτη ψυχὴ κόρον οὐδέποτε ἴσχει ⟨τὸν θεὸν⟩ ὑΜνοῦσα εὐφημοῦσά τε, ⟨καὶ⟩ πάντας ἀνθρώπους καὶ λόγοις καὶ ἔργοις πάντα ε῏Υ ποιοῦσα, μιμουμένη αὑτῆς τὸν πατέρα.