Ancient Greek
Section 4b
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 4b
Not analysed yet
⟨. . . ⟩ἴδιον γὰρ τοῦ ἀγαθοῦ τὸ γνωρίζεσθαι [[ἔστὶ τὸ ἀγαθὸν ὦ Τὰτ]] ⟨⟨τῷ δυναμένῳ ἰδεῖν⟩⟩. —Ἐπλήρωσας ἡμᾶς, ὦ πάτερ, τῆς ἀγαθῆς καὶ καλλίστης θέας· καὶ ὀλίγου δεῖν ⟨ἐπ⟩εσκιάσθη μου ὁ τοῦ νοῦ ὀφθαλμὸς ὑπὸ τῆς τοιαύτης ⎡θέας⎤. —Οὐ γὰρ ὥσπερ ἡ τοῦ ἡλίου ἀκτὶς πυρώδης οὖσα καταυγάζει καὶ μύειν ποιεῖ τοὺς ὀφθαλμούς, οὕτω καὶ ἡ τοῦ ἀγαθοῦ θέα· τοὐναντίον δὲ ἐκλάμπει [καὶ] ἐπὶ τοσοῦτον, ἐφ᾽ ὅσον δύναται ὁ θεώμενος δέξασθαι τὴν ἐπεισροὴν τῆς νοητῆς λαμπηδόνος. ὀξυτέρα μὲν γάρ ἐστιν εἰς τὸ καθικνεῖσθαι, ἀβλαβὴς δέ, καὶ πάσης ἀθανασίας ἀνάπλεως.