Ancient Greek
Section 6
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 6
Not analysed yet
οὔτε γὰρ ἄλλο τι δύναται νοῆσαι ὁ τοῦτο νοήσας, οὔτε ἄλλο τι θεάσασθαι ὁ τοῦτο θεασάμενος, οὔτε περὶ ἄλλου τινὸς ἀκοῦσαι, οὔτε τὸ σύνολον τὸ σῶμα κινῆσαι· πασῶν γὰρ τῶν σωματικῶν αἰσθήσεών τε καὶ κινήσεων ἐπιλαθόμενος ἀτρεμεῖ· περιλάμψαν δὲ [πάντα] τὸν νοῦν, [καὶ] τὴν ὅλην ψυχὴν ἀναλαμΒ⟨άν⟩ει καὶ ἀνέλκει διὰ τοῦ σώματος, καὶ ὅλον αὐτὸν εἰς οὐσίαν μεταβάλλει. ἀδύνατον γάρ, ὦ τέκνον, ψυχὴν ἀποθεωθῆναι ἐν σώματι ἀνθρώπου ⟨μένουσαν· ἀλλὰ χρὴ μεταβληθῆναι αὐτήν, καὶ οὕτω δὴ⟩ θεασαμένην τοῦ ἀγαθοῦ ⟨τὸ⟩ κάλλος [τῷ] ἀποθεωθῆναι. —