Ancient Greek
Section 14a
Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν 14a
Not analysed yet
εἰ δὲ καὶ ἔργῳ αὐτὸ θέλεις νοῆσαι, ἴδε τί σοὶ ἐγγίνεται θέλοντι γεννῆσαι. ἀλλ᾽ οὐκ ἐκείνῳ τοῦτο ὅμοιον· ἐκεῖνος ⟨γ⟩ὰρ [α] οὐχ ἥδεται· οὐδὲ γὰρ ἄλλο ἔχει συνεργόν. αὐτουργὸς [γ] ἄρ⟨α⟩ ὤν, ἀεί ἐστιν ἐν τῷ ἔργῳ, αὐτὸς ὢν ὃ ποιεῖ. εἰ γὰρ χωρισθείη αὐτοῦ, πάντα μὲν συμπεσεῖσθαι, πάντα δὲ τεθνήξεσθαι ἀνάγκη, ὡς μὴ οὔσης ζωῆς. εἰ δὲ πάντα ζῷα, [μία δὲ καὶ ἡ ζωή,] ⟨. . . ⟩.